Add parallel Print Page Options

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, [a]ἰδὼν ὅτι καλῶς [b]ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν [c]ἐντολὴ πρώτη πάντων; 29 [d]ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη [e]ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [f]τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος [g]σου. 31 [h]δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 [i]καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης [j]τῆς καρδίας καὶ ἐξ ὅλης τῆς [k]συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν [l]περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν [m]αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς [n]Δαυίδ ἐστιν; 36 [o]αὐτὸς Δαυὶδ εἶπεν ἐν [p]τῷ πνεύματι τῷ ἁγίῳ· [q]Εἶπεν [r]κύριος τῷ κυρίῳ μου· [s]Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [t]ὑποκάτω τῶν ποδῶν σου. 37 [u]αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν [v]αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38 Καὶ [w]ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.

41 Καὶ [x]καθίσας [y]κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ [z]εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων [aa]ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἰδὼν Treg NIV ] εἰδὼς WH RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἀπεκρίθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NIV ] πρώτη πάντων ἐντολή RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NIV ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἐστίν WH Treg NIV ] πάντων τῶν ἐντολῶν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 τῆς Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 σου WH NIV] + αὕτη πρώτη ἐντολή Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:31 δευτέρα WH NIV ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:32 καὶ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 τῆς Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 συνέσεως WH NIV ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 περισσότερόν WH Treg NIV ] πλεῖόν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:34 αὐτὸν WH Treg RP NA ] – NIV
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35 Δαυίδ ἐστιν WH Treg NIV ] ἐστιν Δαυίδ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 αὐτὸς WH NIV ] + γὰρ Treg RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 τῷ πνεύματι τῷ WH Treg NIV ] πνεύματι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Εἶπεν WH NIV ] Λέγει Treg RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 κύριος WH Treg NIV ] ὁ κύριος RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Κάθου WH NIV RP ] Κάθισον Treg
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 ὑποκάτω WH NIV ] ὑποπόδιον Treg RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτὸς WH Treg NIV ] + οὖν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NIV ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 καθίσας WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 κατέναντι WH NIV RP ] ἀπέναντι Treg
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 εἶπεν WH Treg NIV ] λέγει RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 ἔβαλεν WH Treg NIV ] βέβληκεν RP